Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.5 Dem. 27.8 (English) >>Dem. 27.11

27.7καὶ τὸ μὲν κεφάλαιον τῶν ἀδικημάτων, ὡς ἂν συντομώτατʼ εἴποι τις, τοῦτʼ ἔστιν, ἄνδρες δικασταί· τὸ δὲ πλῆθος τῆς οὐσίας ὅτι τοῦτʼ ἦν τὸ καταλειφθέν, μέγιστοι μὲν αὐτοὶ μάρτυρές μοι γεγόνασιν· εἰς γὰρ τὴν συμμορίαν ὑπὲρ ἐμοῦ συνετάξαντο κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας δραχμὰς εἰσφέρειν, ὅσονπερ Τιμόθεος Κόνωνος καὶ οἱ τὰ μέγιστα κεκτημένοι τιμήματʼ εἰσέφερον· δεῖ δὲ καὶ καθʼ ἕκαστον ὑμᾶς ἀκοῦσαι τά τʼ ἐνεργὰ αὐτῶν καὶ ὅσʼ ἦν ἀργὰ καὶ ὅσου ἦν ἄξιʼ ἕκαστα. ταῦτα γὰρ μαθόντες ἀκριβῶς εἴσεσθε, ὅτι τῶν πώποτʼ ἐπιτροπευσάντων οὐδένες ἀναιδέστερον οὐδὲ περιφανέστερον οὗτοι τὰ ἡμέτερα διηρπάκασιν. 27.8πρῶτον μὲν οὖν ὡς συνετιμήσανθʼ ὑπὲρ ἐμοῦ ταύτην τὴν εἰσφορὰν εἰς τὴν συμμορίαν, παρέξομαι τούτων μάρτυρας, ἔπειθʼ ὅτι οὐ πένητα κατέλιπέν μʼ πατὴρ οὐδʼ ἑβδομήκοντα μνῶν οὐσίαν κεκτημένον, ἀλλὰ τοσαύτην ὅσην οὐδʼ αὐτοὶ οὗτοι ἀποκρύψασθαι διὰ τὸ μέγεθος πρὸς τὴν πόλιν ἐδυνήθησαν. καί μοι ἀναγίγνωσκε λαβὼν ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

27.9δῆλον μὲν τοίνυν καὶ ἐκ τούτων ἐστὶν τὸ πλῆθος τῆς οὐσίας. πεντεκαίδεκα ταλάντων γὰρ τρία τάλαντα τίμημα· ταύτην ἠξίουν εἰσφέρειν τὴν εἰσφοράν. ἔτι δʼ ἀκριβέστερον εἴσεσθε τὴν οὐσίαν αὐτὴν ἀκούσαντες· γὰρ πατήρ, ἄνδρες δικασταί, κατέλιπεν δύʼ ἐργαστήρια, τέχνης οὐ μικρᾶς ἑκάτερον, μαχαιροποιοὺς μὲν τριάκοντα καὶ δύʼ τρεῖς, ἀνὰ πέντε μνᾶς καὶ ἕξ, τοὺς δʼ οὐκ ἐλάττονος τριῶν μνῶν ἀξίους, ἀφʼ ὧν τριάκοντα μνᾶς ἀτελεῖς ἐλάμβανεν τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον, κλινοποιοὺς δʼ εἴκοσι τὸν ἀριθμόν, τετταράκοντα μνῶν ὑποκειμένους, οἳ δώδεκα μνᾶς ἀτελεῖς αὐτῷ προσέφερον, ἀργυρίου δʼ εἰς τάλαντον ἐπὶ δραχμῇ δεδανεισμένου, οὗ τόκος ἐγίγνετο τοῦ ἐνιαυτοῦ ἑκάστου πλεῖν ἑπτὰ μναῖ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.5 Dem. 27.8 (English) >>Dem. 27.11

Powered by PhiloLogic